Κυριακή 20 Οκτωβρίου 2013

Διὰ τί ὑπὸ των Σεραφὶμ λέγεται καθαρθήναι ὁ προφήτης ᾽Ησαίας

Διὰ τί ὑπὸ των Σεραφὶμ λέγεται καθαρθήναι ὁ προφήτης ᾽Ησαίας

     

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄

Διὰ τί ὑπὸ τῶν σεραφὶμ λέγεται καθαρθῆναι ὁ προφήτης ᾽Ησαίας


1. Ἄγε δὴ καὶ τοῦτο κατὰ δύναμιν ἐπισκοπήσωμεν ὅτου ἕνεκα πρὸς ἕνα τῶν θεολόγων ὁ σεραφὶμ ἀποστέλλεσθαι λέγεται. Καὶ γὰρ ἀπορήσειέ τις ὅτι μὴ τῶν ὑφειμένων τις ἀγγέλων, ἀλλ' αὐτὸς ὁ ταῖς πρεσβυτάταις οὐσίαις ἐνάριθμος ἀποκαθαίρει τὸν ὑποφήτην.
2. Τινὲς μὲν οὖν φασιν ὅτι κατὰ τὸν ἤδη προαποδοθέντα τῆς πάντων τῶν νοῶν κοινωνίας ὅρον οὐχ ἕνα τῶν περὶ Θεὸν πρωτίστων νοῶν ὀνομάζει τὸ Λόγιον ἐπὶ τὴν τοῦ θεολόγου κάθαρσιν ἐληλυθέναι, τινὰ δὲ τῶν ἡμῖν ἐφεστηκότων ἀγγέλων ὡς ἱερουργὸν τῆς τοῦ προφήτου καθάρσεως τῇ τῶν σεραφὶμ ὁμωνυμίᾳ κληθῆναι διὰ τὴν πρηστήριον τῶν εἰρημένων ἁμαρτιῶν ἀναίρεσιν καὶ τὴν τοῦ καθαρθέντος ἐπὶ τὴν θείαν ὑπακοὴν ἀναζωπύρησιν, καὶ τὸ Λόγιον ἕνα τῶν σεραφἵμ ἁπλῶς εἰρηκέναι φασὶν οὐ τῶν περὶ Θεὸν ἱδρυμένων, ἀλλὰ τῶν ἡμῖν ἐφεστηκυιῶν καθαρτικῶν δυνάμεων.

3. Ἕτερος δὲ οὐ σφόδρα ἄτοπόν τινα παρέσχετό μοι τὴν ἀπολογίαν ὑπὲρ τῆς παρούσης ἐνστάσεως. Ἔφη γὰρ, ὅτι τὴν οἰκείαν καθαρτικὴν ἱερουργίαν ὁ μέγας ἐκεῖνος (ὅστις ποτὲ ἦν ὁ τὴν ὅρασιν διαπλάσας ἄγγελος εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεολόγον) ἐπὶ Θεὸν καὶ μετὰ Θεὸν ἐπὶ τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκεν. Καὶ μήποτε ἆρα οὗτος ὁ λόγος ἀληθεύεται; Ἔλεγε γὰρ ὁ τοῦτο φήσας ὡς ἡ θεαρχικὴ δύναμις ἐπὶ πάντα φοιτῶσα χωρεῖ καὶ διὰ πάντων ἀσχέτως διήκει καὶ πᾶσιν αὖθίς ἐστιν ἀφανὴς οὐ μόνον ὡς πάντων ὑπερουσίως ἐξηρημένη, ἀλλὰ καὶ ὡς κρυφίως ἐπὶ πάντα διεῖσα τὰς προνοητικὰς αὐτῆς ἐνεργείας. Ἀλλὰ μὴν καὶ πᾶσι τοῖς νοεροῖς ἀναλόγως ἐπιφαίνεται καὶ τὴν οἰκείαν φωτοδοσίαν ἐγχειρίζουσα ταῖς πρεσβυτάταις οὐσίαις δι' αὐτῶν ὡς πρώτων εἰς τὰς ὑποβεβηκυίας αὐτὴν εὐκόσμως διαδίδωσι κατὰ τὴν ἑκάστης διακοσμήσεως θεοπτικὴν συμμετρίαν.

Ἢ ἵνα σαφέστερον εἴπω καὶ δι' οἰκείων παραδειγμάτων, εἰ καὶ ἀποδεόντων Θεοῦ τοῦ πάντων ἐξῃρημένου, πλὴν ἡμῖν ἐμφανεστέρων· ἡ τῆς ἡλιακῆς ἀκτῖνος διάδοσις εἰς πρώτην ὕλην εὐδιαδότως χωρεῖ τὴν πασῶν διειδεστέραν καὶ δι' αὐτῆς ἐμφανέστερον ἀναλάμπει τὰς οἰκείας μαρμαρυγάς, προσβάλλουσα δὲ ταῖς παχυτέραις ὕλαις ἀμυδροτέραν ἔχει τὴν διαδοτικὴν ἐπιφάνειαν ἐκ τῆς τῶν φωτιζομένων ὑλῶν πρὸς φωτοδοσίας διαπορθμευτικὴν ἕξιν ἀνεπιτηδειότητος καὶ κατὰ σμικρὸν ἐκ τούτου πρὸς τὸ τελείως σχεδὸν ἀδιάδοτον συστέλλεται. Πάλιν ἡ πυρὸς θερμότης μᾶλλον ἑαυτὴν διαδίδωσιν εἰς τὰ δεκτικώτερα καὶ πρὸς τὴν αὐτῆς ἀφομοίωσιν εὔεικτα καὶ εὐάγωγα, πρὸς δὲ τὰς ἀντιτυπεῖς ἢ ἐναντίας οὐσίας ἢ οὐδὲν ἢ ἄμυδρόν τι τῆς ἐκπυρωτικῆς ἐνεργείας ἴχνος ἀναφαίνεται, Καὶ τὸ τούτου γε πλεῖον, ὅτι ταῖς μὴ συγγενέσι διὰ τῶν οἰκείως πρὸς αὐτὴν ἐχόντων προσβάλλει, πρῶτον εἰ τύχοι πυρώδη ποιοῦσα τὰ πρὸς ἐκπύρωσιν εὐαλλοίωτα, καὶ δι' αὐτῶν ἢ ὕδωρ ἢ ἕτερόν τι τῶν οὐκ εὐκόλως ἐκπυρουμένων ἀναλόγως θερμαίνουσα. Κατὰ τὸν αὐτὸν οὖν τῆς φυσικῆς εὐταξίας λόγον ὑπερφυῶς ἡ πάσης εὐκοσμίας ὁρατῆς καὶ ἀοράτου ταξιαρχία τὴν τῆς οἰκείας φωτοδοσίας λαμπρότητα πρωτοφανῶς ἐν πανολβίαις χύσεσι ταῖς ὑπερτάταις οὐσίαις ἀναφαίνει καὶ διὰ τούτων αἱ μετ᾽ αὐτὰς οὐσίαι τῆς θείας ἀκτῖνος μετέχουσιν. Αὗται γὰρ ἐπιγνοῦσαι πρῶται Θεὸν καὶ θείας ἀρετῆς ὑπερκειμένως ἐφιέμεναι καὶ πρωτουργοὶ γενέσθαι τῆς ὡς ἐφικτὸν θεομιμήτου δυνάμεως καὶ ἐνεργείας ὴξίωνται καὶ τὰς μετ' αὐτὰς οὐσίας [αὐταὶ] πρὸς τὸ ἐφάμιλλον ὅση δύναμις ἀγαθοειδῶς ἀνατείνουσιν ἀφθόνως αὐταῖς μεταδιδοῦσαι τῆς εἰς αὐτὰς ἐπιφοιτησάσης αἴγλης, καὶ αὖθις ἐκεῖναι ταῖς ὑφειμέναις, καὶ καθ' ἑκάστην ἡ πρώτη τῆ μετ' αὐτὴν μεταδίδωσι τοῦ δωρουμένου καὶ εἰς πάσας ἀναλόγως προνοίᾳ διαφοιτῶντος θείου φωτός.
Ἔστιν οὖν ἅπασι τοῖς φωτιζομένοις ἀρχὴ τοῦ φωτίζεσθαι Θεὸς μὲν φύσει καὶ ὄντως κυρίως ὡς φωτὸς οὐσία καὶ αὐτοῦ τοῦ ειναι καὶ ὁρᾶν αἴτιος, θέσει δὲ καὶ θεομιμήτως ἡ κατὰ μέρος ὑπερκειμένη τῆ μετ' αὐτὴν ἑκάστῃ τῷ τὰ θεῖα φῶτα δι' αὐτῆς εἰς ἐκείνην ἐποχετεύεσθαι. Τὴν οὐν ὑπερτάτην τῶν οὐρανίων νοῶν διακόσμησιν αἱ τῶν λοιπῶν ἁπάντων ἀγγέλων οὐσίαι κατὰ τὸ εἰκὸς μετὰ Θεὸν ἀρχὴν ἡγοῦνται πάσης ἱερᾶς θεογνωσίας τε καὶ θεομιμησίας ὡς δι' ἐκείνων εἰς πάσας καὶ ἡμᾶς τῆς θεαρχικῆς ἐλλάμψεως διαδιδομένης. Διὸ καὶ πᾶσαν ἱερὰν καὶ θεομίμητον ἐνέργειαν ἐπὶ Θεὸν μὲν ὡς αἴτιον ἀναφέρουσιν, ἐπὶ δὲ τοὺς πρώτους θεοειδεῖς νόας ὡς πρωτουργοὺς τῶν θείων καὶ διδασκάλους. Οὐκοῦν ἡ πρώτη τῶν ἁγίων ἀγγέλων διακόσμησις μᾶλλον ἁπασῶν ἔχει τὴν ἐμπύριον ἰδιότητα καὶ τὴν κεχυμένην τῆς θεαρχικῆς σοφίας μετάδοσιν καὶ τὸ γνωστικὸν τῆς ὑπερτάτης τῶν θείων ἐλλάμψεων ἐπιστήμης καὶ τὴν θρονίαν ἰδιότητα τὴν ἀναπεπταμένην θεοδοχίαν ἐμφαίνουσαν, αἱ δὲ τῶν ὑφειμένων οὐσιῶν διακοσμήσεις τῆς ἐμπυρίου, τῆς σοφῆς, τῆς γνωστικῆς, τῆς θεοδόχου δυνάμεως μετέχουσι μέν, ὑφειμένως δὲ καὶ πρὸς τὰς πρώτας ὁρῶσαι καὶ δι' αὐτῶν ὡς τοῦ θεομιμήτου πρωτουργῶς ἠξιωμένων ἐπὶ τὸ τοῦ θεοειδοῦς ἐφικτὸν ἀναγόμεναι. Τὰς εἰρημένας οὖν ἁγίας ἰδιότητας ὧν ἐν μετουσίᾳ διὰ τῶν πρώτων αἱ μετὰ αὐτὰς οὐσίαι γεγόνασιν, αὐταῖς ἐκείναις μετὰ Θεὸν ὡς ἱεράρχαις ἀνατιθέασιν.
4. Ἔλεγεν οὖν ὁ ταῦτα φήσας τὴν μὲν ὅρασιν ἐκείνην ὑποδειχθῆναι τῷ θεολόγῳ δι' ἑνὸς τῶν ἐπιστατούντων ἡμῖν ἁγίων καὶ μακαρίων ἀγγέλων καὶ πρὸς τῆς φωτιστικῆς αὐτοῦ χειραγωγίας ἐπὶ τὴν ἱερὰν ἐκείνην θεωρίαν ἀναταθῆναι καθ' ἣν ἑώρα τὰς ὑπερτάτας οὐσίας, ὡς ἐν συμβόλοις εἰπεῖν, ὑπὸ Θεὸν καὶ μετὰ Θεοῦ καὶ περὶ Θεὸν ἱδρυμένας, καὶ τὴν ἁπάντων κοιὶ αὐτῶν ὑπεραῤῥήτως ἐξῃρημένην ὑπεράρχιον ἀκρότητα ἐν μέσῳ τῶν ὑπερβεβηκυιῶν δυνάμεων ὑπεριδρυμένην. ᾽Εμάνθανεν οὖν τοῖς ὁρωμένοις ὁ θεολόγος, ὅτι κατὰ πᾶσαν ὑπερούσιον ὑπεροχὴν ἀσυγκρίτως ὑπερίδρυτο τὸ θεῖον ἁπόισης ὁρατῆς καὶ ἀοράτου δυνάμεως καὶ μὴν ὅτι πάντων ἐστὶν ἐξῃρημένον ὡς καθόλου μηδὲ ταῖς πρώταις τῶν ὄντων οὐσίαις ἐμφερές, προσέτι καὶ τὸ πάντων αὐτὸ καὶ ἀρχὴν καὶ αἰτίαν οὐσιοποιὸν εἶναι καὶ τῆς τῶν ὄντων ἀδιαλύτου μονῆς ἀναλλοίωτον ἵδρυσιν, ὑφ' ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι καὶ αὐταῖς ταῖς ὑπερβεβηκυίαις ἐστὶ δυνάμεσιν. Εἶτα τὰς αὐτῶν τῶν ἁγιωτάτων σεραφὶμ ἐμυεῖτο θεοειδεῖς δυνάμεις, τῆς μὲν ἱερᾶς αὐτῶν ἐπωνυμίας τὸ ἐμπύριον σημαινούσης, περὶ οὗ μικρὸν ὕστερον ἡμεῖς ἐροῦμεν, ὡς ἡμῖν ἐφικτὸν ὑφηγήσασθοιι τὰς ἐπὶ τὸ θεοειδὲς τῆς ἐμπυρίου δυνάμεως ἀναγωγάς, τῆς δὲ τῶν πτερῶν ἑξαπλῆς ἱεροπλαστίας τὴν ἐπὶ τὸ θεῖον ἐν πρώταις, ἐν μέσαις, ἐν τελευταίαις νοήσεσιν ἀπόλυτον καὶ ὑπερτάτην ἀνάτασιν. Ἀλλὰ καὶ τὸ ἀπειρόπουν αὐτῶν καὶ πολυπρόσωπον ὁρῶν ὁ ἱερὸς θεολόγος καὶ τὸ τοῖς πτεροῖς ἀποδιαστέλλεσθαι τὴν ὑπὸ τοὺς πόδας καὶ τὴν ὑπὲρ τὰ πρόσωπα θεωρίαν καὶ τὴν ἐν τοῖς μέσοις πτεροῖς ἀεικινησίαν πρὸς τὴν νοητὴν τῶν ὁρωμένων ἀνήγετο γνῶσιν, ἐκφαινομένης αὐτῷ τῆς τῶν ὑπερτάτων νοῶν πολυπόρου καὶ πολυθεάμονος δυνάμεως καὶ τῆς ἱερᾶς αὐτῶν εὐλαβείας, ἣν ἔχουσιν ὑπερκοσμίως εἰς τὴν τῶν ὑψηλοτέρων καὶ βαθυτέρων αὐθάδη καὶ θρασεῖοιν καὶ ἀνέφικτον ἔρευναν, καὶ τῆς ἐν συμμετρίᾳ τῶν θεομιμήτων ἐνεργειῶν ἀκαταλήκτου καὶ ὑψιπετοῦς ἀεικινησίας. Ἀλλὰ καὶ τὴν θεαρχικὴν ἐκείνην καὶ πολυτίμητον ὑμνῳδίαν ἐμυσταγωγεῖτο, τοῦ τυποῦντος τὴν ὅρασιν ἀγγέλου κατὰ δύναμιν τῷ θεολόγῳ μεταδιδόντος τῆς οἰκείας ἱερογνωσίας. ᾽Εδίδασκεν οὖν αὐτὸν καὶ τοῦτο, ὅτι κάθαρσίς ἐστι τοῖς ὁπωσοῦν καθαροῖς ἡ τῆς θεαρχικῆς διαυγείας [ἁγνότητος] ὡς ἐφικτὸν μετουσία. Αὕτη δὲ πρὸς αὐτῆς τῆς θεαρχίας ἐξῃρημέναις αἰτίαις εἰς πάντας τοὺς ἱεροὺς νόας ὑπερουσίῳ κρυφιότητι τελετουργουμένη, ταῖς περὶ αὐτὴν ὡς ὑπερτάταις δυνάμεσιν ἐκφανεστέρα πώς ἐστι καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν, ἐπὶ δὲ τῶν δευτέρων ἢ τῶν ἐσχάτων ἢ τῶν ἡμῶν νοερῶν δυνάμεων ὡς αὐτῆς ἑκάστη κατὰ τὸ θεοειδὲς διέστηκεν, οὕτω τὴν φανὴν αὐτῆς ἔλλαμψιν συνάγει πρὸς τὸ τῆς οἰκείας κρυφιότητος ἑνιαῖον ἄγνωστον. ᾽Ελλάμπει δὲ τοῖς καθ' ἕκαστον δευτέροις διὰ τῶν πρώτων καὶ, εἰ δεῖ συντόμως εἰπεῖν, πρώτως ἐκ τοῦ κρυφίου πρὸς τὸ ἐμφανὲς ἄγεται διὰ τῶν πρώτων δυνάμεων.
Τοῦτο γοῦν ὁ θεολόγος ἐδιδάσκετο πρὸς τοῦ φωταγωγοῦντος αὐτὸν ἀγγέλου τὸ τὴν κάθαρσιν καὶ πάσας τὰς θεαρχικὰς  νεργείας διὰ τῶν πρώτων οὐσιῶν ἀναλαμπούσας εἰς πάσας τὰς λοιπὰς δια δίδοσθαι κατὰ τὴν ἑκάστης πρὸς τὰς θεουργικὰς μετουσίας ἀναλογίαν. Διὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν ἰδιότητα τοῖς σεραφὶμ εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν. Οὐδὲν οὖν ἄτοπον, εἰ καθαίρειν λέγεται τὸν θεολόγον ὁ σεραφίμ. Ὡς γὰρ ὁ Θεὸς καθαίρει πάντας τῷ πάσης καθόιρσεως εἶναι αἰτία, μᾶλλον δὲ (παραπλησίῳ γὰρ χρήσομαι παραδείγματι) καθάπερ ὁ καθ' ἡμᾶς ἱεράρχης διὰ τῶν αὐτοῦ λειτουργῶν ἢ ἱερέων καθαίρων ἢ φωτίζων αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν, τῶν δι' αὐτοῦ καθιερωμένων τάξεων ἐπ᾽ αὐτὸν ἀνατιθεισῶν τὰς οἰκείας ἱερὰς ἐνεργείας, οὕτω καὶ τὴν οἰκείαν καθαρτικὴν ἐπιστήμην καὶ δύναμιν ὁ τὴν κάθαρσιν τοῦ Θεολόγου τελετουργῶν ἄγγελος ἐπὶ Θεὸν μὲν ὡς αἴτιον, ἐπὶ δὲ τὸν σεραφὶμ ὡς πρωτουργὸν ἱεράρχην ἀνατίθησιν, ὡς ἄν τις φαίη μετ᾽ εὐλαβείας ἀγγελικῆς, τὸν ὑπ' αὐτοῦ καθαιρόμενον ἐκδιδάσκων, ὅτι «τῆς εἰς σὲ πρὸς ἐμοῦ τελετουργουμένης καθάρσεως ἀρχὴ μέν ἐστιν ἐξηρημένη καὶ οὐσία καὶ δημιουργὸς καὶ αἴτιος ὁ καὶ τὰς πρώτας οὐσίας καὶ πρὸς τὸ εἶναι παραγαγὼν καὶ τῇ περὶ αὐτὸν ἱδρύσει συνέχων καὶ διατηρῶν ἀτρέπτους τε καὶ ἀμεταπτώτους καὶ αὐτὰς κινῶν ἐπὶ τὰς πρώτας τῶν οἰκείων προνοητικῶν ἐνεργειῶν μετουσίας (τοῦτο γὰρ ὁ ταῦτά με διδάσκων ἔφη τὴν τοῦ Σεραφὶμ ἐμφαίνειν ἀποστολήν), ἱεράρχης δὲ καὶ μετὰ Θεὸν ἡγεμὼν ὁ τῶν πρωτίστων οὐσιῶν διάκοσμος, παρ' οὗ τὸ καθαίρειν ἐγὼ θεοειδῶς ὲμυήθην. Οὗτος οὖν ἐστιν ὁ δι' ἐμοῦ σε καθαίρων, δι' οὗ τὰς οἰκείας προνοητικὰς ἐνεργείας ἐκ τοῦ κρυφίου καὶ εἰς ἡμᾶς προήγαγεν ἡ πάσης αἰτία καὶ δημιουργὸς καθάρσεως».
Ταῦτα μὲν ἐκεῖνος ἐδίδασκέ με, σοὶ δ' ἐγὼ μεταδίδωμι. Τῆς σῆς δ' ἂν εἴη νοερᾶς καὶ διακριτικῆς ἐπιστήμης ὴ θατέρᾳ τῶν εἰρημένων αἰτιῶν ἀπολυθῆναι τῆς ἀπορίας καὶ ταύτην τιμῆσαι πρὸ τῆς ἑτέρας ὡς τὸ εἰκὸς καὶ εὔλογον καὶ ἴσως τὸ ἀληθὲς ἔχουσαν ἢ παρ' ἑαυτοῦ τι τοῦ ὄντως ἀληθοῦς συγγενέστερον ἐξευρεῖν, ἢ παρ' ἑτέρου μαθεῖν, Θεοῦ δηλαδὴ διδόντος ῥῆμα καὶ προξενούντων ἀγγέλων, καὶ τοῖς φιλαγγέλοις ἡμῖν ἀνακαλύψαι διαυγῆ μᾶλλον εἴπερ οἷόν τε εἴη καὶ ἐμοὶ μᾶλλον ἐραστὴν θεωρίαν.

Σάββατο 13 Απριλίου 2013

Η ζωγραφική στην αρχαία Ελλάδα

Η ζωγραφική στην αρχαία Ελλάδα



Η ζωγραφική, όπως και κάθε ανθρώπινη επίδοση, εκφράζει την εποχή της. Έχει μεγάλη ιστορία και συνδέεται άμεσα με την εξέλιξη, τη διαμόρφωση και τα στάδια πολιτισμού του ανθρώπου.

Δείγματα ζωγραφικής, που μάλιστα δείχνουν εξελιγμένη τέχνη, έχουμε από την τελευταία περίοδο της παλαιολιθικής εποχής, που εκτείνεται από το 30.000-12.000 π.Χ. Βρέθηκαν μέσα σε σπήλαια, που ήταν η πρώτη ανθρώπινη κατοικία. Ο πρωτόγονος άνθρωπος ασχολιόταν μόνο με το κυνήγι για να ζήσει. Έτσι οι πρώτες ζωγραφιές παρίσταναν ζώα και κυνήγια ζώων. Τα ζώα, συνήθως συμπλέγματα ζώων, έχουν φυσικότητα και κίνηση. Το χρώμα που κυριαρχεί είναι το κόκκινο.

Η ζωγραφική στην Κρήτη, όπως δείχνουν οι τοιχογραφίες από τα ανάκτορα της Κνωσού, (2.000 π.Χ.) είναι ευλύγιστη, χαρούμενη, γεμάτη από τη ζωντάνια της ζωής, με πολύ φως και χαρούμενα χρώματα. Οι Κρητικοί ζωγράφοι εκφράζουν στα έργα τους το χαρούμενο και ηλιόλουστο εξωτερικό περιβάλλον τους και την ανεμελιά της δικής τους ζωής.

Η ζωγραφική, από την Κρήτη, διαδόθηκε στην κυρίως Ελλάδα από τα ενδιάμεσα νησιά. Η τέχνη της Κρήτης προσαρμόστηκε στο χαρακτήρα και τον τρόπο ζωής των ανθρώπων και τα ξένα χαρακτηριστικά αφομοιώθηκαν. Η αφομοίωση έγινε κάπως απότομα, γι' αυτό, όπως δείχνουν οι τοιχογραφίες από τ' ανάκτορα των Μυκηνών και της Τίρυνθας, η πρώτη ζωγραφική παρουσιάζει μια μονοτονία και μια βαρύτητα στις κινήσεις. Δηλαδή αφαίρεσαν από την κρητική ζωγραφική την απόλυτη ελευθερία της, που της χάριζε μεγάλη γοητεία. Η εξέλιξη αυτής της πρώτης τέχνης στην Ελλάδα ήρθε γρήγορα, με την κανονικότητα του σχεδίου και το σεβασμό των αναλογιών. Και έτσι έγιναν οι ρίζες, για να ανθίσει γρήγορα η κλασική ζωγραφική.

Δημιουργός της αρχαίας ελληνικής ζωγραφικής θεωρείται ο Πολύγνωτος, που ίδρυσε την Αττική Σχολή. Σπουδαίος συνεχιστής του Πολύγνωτου ήταν ο Αγάθαρχος, που ήταν και ο πρώτος σκηνογράφος της αρχαίας τραγωδίας. Σημαντικός επίσης ζωγράφος ήταν ο Απολλόδωρος, που εκμεταλλεύτηκε τη φωτοσκίαση για ν' αποδώσει τους όγκους. Ο Απολλόδωρος ήταν πολύ ονομαστός και τράβηξε στην Αθήνα πλήθος καλλιτεχνών. Μερικοί, όπως ο Ζεύξις και ο Παράσιος, έγιναν διάσημοι. Και φτάνουμε στο μεγαλύτερο ζωγράφο των αρχαίων ελληνικών εποχών, τον Απελλή.

O Απελλής υπήρξε ένας από τους σημαντικότερους Έλληνες ζωγράφους της αρχαιότητας που άκμασε κατά την πρώιμη Ελληνιστική περίοδο. Οι αρχαίες πηγές αναφέρουν πως καταγόταν από την αρχαία ιωνική πόλη της Κολοφώνας, βόρεια της Εφέσου. Σχετικά με τις ικανότητές του στη ζωγραφική, ο Πλίνιος υποστήριξε πως ο Απελλής υπήρξε ανώτερος από τους ζωγράφους που διαδέχτηκε και από εκείνους που υπήρξαν συνεχιστές του. O Απελλής αναδείχθηκε αξεπέραστος στο σχέδιο και στον χρωματισμό, αποδίδοντας τα φυσικά πρόσωπα με ενάργεια, λαμπρότητα και γοητεία. Σύγχρονος του Άπελλου ήταν ο Πρωτογενής, από τον Καύνο της Καριάς, υπομονετικός, σεμνός και λεπτολόγος τεχνίτης.
 Μερικοί άλλοι καλλιτέχνες των τελευταίων αυ­τών χρόνων της Ελληνικής ζωγραφικής είναι ο Αετίων, ο Αθηνίων, ο Θέων, ο Τιμόμαχος και ο Αντίφιλος. Ο τελευταίος αυτός είναι ή ξεχωρι­στή φυσιογνωμία στην περιοχή της ιστορίας της ζωγραφικής κατά τους μετά τους Αλεξανδρινούς χρό­νους. Στον Αντίφιλο αποδίδονται εικόνες του Φιλίππου, του Αλεξάνδρου, του Διονύσου καί του Ιππολύτου, άπο τις οποίες δεν έλειπε ούτε ή ευ­χέρεια στην εκτέλεση, ούτε ή ενάργεια στην α­πεικόνιση. Η προσφορά του στην ι­στορία των καλών τεχνών είναι ότι ο καλλιτέχνης αυτός υπήρξε ο εισηγη­τής της γελοιογραφίας. 
 από την Γεωργία Τσιώρου
πηγή

Παρασκευή, 20 Ιανουαρίου 2012

ΔΙΠΛΟ ΘΕΜΑ:«Τα Ύδατα της Στυγός» ,«Ο ναός του Διός είς την Νεμέαν»



Έργο του 1988  με διπλό θέμα , ζωγραφισμένο πάνω σε τμήμα παλιάς πόρτας , με δύο  ταμπλάδες . Το υλικό είναι χρώματα σκόνες με αυγό.  

Τιμή έργου 1800 €

Περιγραφή των θεμάτων.

«Τα Ύδατα της Στυγός»
Τα Ύδατα της Στυγός ή Αθάνατο Νερό όπου κατά την παράδοση βαφτίστηκε ο Αχιλλέας για να γίνει άτρωτος,  είναι οι πηγές του ποταμού Κράθη στον Χελμό { Στην αρχαιότητα λεγόταν Αροάνια, ενώ το νεώτερο όνομά της, Χελμός ,είναι σλαβικής προέλευσης και σημαίνει χιονισμένο βουνό} της Αχαΐας σε υψόμετρο 2.100 μέτρα. Κατά την μυθολογία, η Στύγα ήταν Ωκεανίδα που είχε το παλάτι της στα Τάρταρα και την φυλάνε μέρα νύχτα δράκοι ακοίμητοι. Πιστευόταν ότι τα νερά της πηγής έβγαιναν από εκεί, από τα Τάρταρα και το παλάτι της Στυγός.


«Ο ναός του Διός είς την Νεμέαν»
Στο θέμα αυτό βλέπετε 3 κίονες γιατί το ζωγράφισα το 1988. Ήταν οι μόνες διατηρημένες  από την αρχαιότητα. Σήμερα με την αναστήλωση έχουν φθάσει τις 8.  Το ιστορικό τους είναι το εξής.
 

Κάτοψη του Ναού του Νεμείου Διός, στην οποία σημειώνονται με μπλέ χρώμα οι τρεις κολώνες που παρέμειναν πάντα όρθιες και με κόκκινο αυτές που έχουν πρόσφατα αναστηλωθεί.
Τα τελευταία χρόνια βρίσκεται σε εξέλιξη ένα πρόγραμμα αναστήλωσης του ναού του Διός. Έτσι, μέχρι το 2002, αναστηλώθηκαν και προστέθηκαν στις τρεις αρχικές δύο αρχαίες κολώνες, και άλλες τέσσερες ακόμα έχουν ήδη προστεθεί μέχρι σήμερα (2011).
 


Πρέπει να διευκρινιστεί ότι ο ναός είναι αφιερωμένος στον  Νέμειο Δία  πού δεν ταυτίζεται μέ τον Ολύμπιο Δία. Ο δεύτερος είναι ο επιρρεπής σε κεραυνοβόλους έρωτες βασιλιάς των θεών. Ο πρώτος είναι ο θεός των βοσκών και της κτηνοτροφί

Τετάρτη 10 Απριλίου 2013

ΟΙ 7 ΣΟΦΟΙ

ΟΙ 7 ΣΟΦΟΙ
 

Όταν οι μυθικοί και ηρωικοί χρόνοι, άρχισαν να παραχωρούν την θέση τους στους Ιστορικούς χρόνους της Αρχαίας Ελλάδας και όλα τα μυθεύματα και τα πλάσματα της φαντασίας που διαπαιδαγωγούσαν μέχρι τότε τους λαούς, άρχισαν να υποχωρούν μπροστά στην πραγματικότητα και την κρίση.
 
Aνάμεσα στον Ζ¨ και Στ ΄ αιώνα π.Χ. γεννήθηκαν και άκμασαν συγχρόνως οι ΕΠΤΑ ΣΟΦΟΙ της Αρχαιότητας.

Είναι η εποχή που ο υμνούμενος έως τότε βίος των Ηρώων και των Ημιθέων αρχίζει σιγά σιγά να χάνει την αίγλη του και βίος θετικότερος και πραγματικότερος να διαλύει την γοητεία των θρύλων.

Ο έμμετρος λόγος παραχωρεί την θέση του στον πεζό, το πνεύμα επικρατεί της ύλης και η βάναυση σωματική ρώμη κάμπτεται μπροστά στην παιδεία και τον ορθολογισμό.

Με άλλα λόγια, είναι η εποχή μιας επαναστατικής εκπολιτίσεως και εκπαιδεύσεως της Ελλάδας, η οποία συντέλεσε στην πρώτη πνευματική αφύπνιση του ανθρώπου στην οποία τεράστιο πρωτοποριακό ρόλο έπαιξαν οι 7 σοφοί.


Είναι τόσος ο θαυμασμός των αρχαίων Ελλήνων για τους σοφούς αυτούς άνδρες, ώστε ο Πίνδαρος, ο μέγιστος λυρικός ποιητής της Αρχαιότητας (522 π.Χ.) δεν τους θεωρεί ως γέννημα ανθρώπων, αλλά τους δέχεται ως γιούς του Ήλιου, που με την ίδια με αυτόν ακτινοβολία, φώτισαν την ανθρωπότητα και την καθοδήγησαν στην οδό του καθήκοντος και της αρετής.


Και είναι πράγματι τόσο μεγάλη η επίδραση που είχε στους μεταγενέστερους η θείας έμπνευσης βραχύλογη διδασκαλία τους, ώστε ν’ αποτελέσει σταθμό για την περαιτέρω πνευματική εξέλιξη και διάπλαση του χαρακτήρα των ανθρώπων, να θεωρείται δε ακόμη και σήμερα, έπειτα από 28 σχεδόν Αιώνες ως η πρώτη πνευματική πηγή, από την οποία ξεπήδησε η αληθινή έννοια του δικαίου, της ισότητας και της ηθικής.


Τα υπέροχα γνωμικά τους, τα οποία ο Παυσανίας ονομάζει «ωφελήματα» για τον ανθρώπινο βίο, οι Αρχαίοι ανέγραψαν στο τέμενος του Απόλλωνα στους Δελφούς, για να παραμείνουν εκεί για πάντα, ως μόνιμα και αιώνια σύμβολα του Κώδικα της ηθικής δεοντολογίας «... Εν δε τω προνάω τω εν Δελφοίς, γεγραμμένα εστίν ωφελήματα ανθρώποις ες βίον γράφη δε υπό ανδρών ούς γενέσθαι σοφούς λέγουσιν Έλληνες

 
 


ΕΠΙΓΡΑΜΜΑ



Επτά Σοφών Κλεόβουλε, σε μεν τεκνώσατα Λίνδος

Αμφί δε Σισυφία χθών Περίανδρον έχει

Πιττακόν η Μιτυλήνα, Βίαντα δε δία Πριήνη,

Μίλητος δε Θαλήν, άκρον έρεισμα δίκας.

Ά Σπάρτα Χείλωνα, Σόλωνα δε Κεκροπίς αία.

Πάντας αριζάλου σωφροσύνας φύλακας.




(μετάφραση)

Από τους Επτά σοφούς Κλεόβουλε, εσένα μεν σε γέννησε η Λίνδος
Η Πατρίδα δε του Σισύφου, έκαμε τον Περίανδρον.
Τον Πιττακόν τον γέννησε η Μυτιλήνη, τον Βίαντα δε η περιφανής Πριήνη,
Η Μίλητος ομοίως τον Θαλήν, τον μεγαλύτερο υπέρμαχο της Δικαιοσύνης.
Η Σπάρτη έχει τον Χείλωνα, τον Σόλωνα δε η γη του Κέκροπος.
Όλοι δε υπήρξατε Οι φύλακες της υπέροχης σωφροσύνης.


ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ ΕΠΙΓΡΑΜΜΑ 60ον



 

ΕΠΙΓΡΑΜΜΑ


Επτά σοφών ερέω κατ’ έπος πόλιν, ούνομα, φωνήν.

Μέτρον μεν Κλεόβουλος ο Λίνδιος είπεν άριστον.

Χίλων δ’ εν κοίλη Λακεδαίμονι. Γνώθι σεαυτόν.

Ός δε Κόρινθον έναιε, χόλου κρατέειν Περίανδρος.

Πιττακός ουδέν άγαν, ός εήν γένος εκ Μυτιλήνης.

Τέρμα δ’ οράν βιότοιο, Σόλων ιεραίς εν Αθήναις.

Τους πλέονας κακίους δε Βίας απέφηνε Πριηνεύς.

Εγγύην φεύγειν δε Θαλής Μιλήσιος ηύδα.




(μετάφραση)

Θα μνημονεύσω σύντομα, το όνομα, την πατρίδα και από ένα γνωμικό των Επτά σοφών:
Ο μεν Κλεόβουλος ο Λίνδιος, είπεν ότι κάθε τι που γίνεται με μέτρο είναι το καλύτερο.
Ο Χείλων δε εις την κοίλην Λακεδαίμονα, το Γνώθι σαυτόν.
Ο Περίανδρος που εδόξασε την Κόρινθο, ότι πρέπει να συγκρατείς το θυμό σου.
Ο Πιτακός που καταγόταν από την Μυτιλήνη, να μην είσαι σε τίποτα υπερβολικός.
Ο Σόλων από την ιερή Αθήνα, ότι πρέπει πάντοτε να βλέπεις που θα είναι το τέλος της ζωής σου.
Οι περισσότεροι άνθρωποι είναι κακοί, είπε ο Βίας ο Πριηνεύς και
Να αποφεύγεις την εγγύηση, ο Θαλής ο Μιλήσιος.



Anthologia Graeca Griedericus Jacobs.
Τόμος 4ος, Επίγραμμα ΧΧΧ.








ΒΙΑΣ

ΘΑΛΗΣ

ΧΙΛΩΝ

ΚΛΕΟΒΟΥΛΟΣ

ΠΕΡΙΑΝΔΡΟΣ

ΠΙΤΤΑΚΟΣ

ΣΟΛΩΝ

 

ΓΝΩΜΙΚΑ ΤΩΝ 7 ΣΟΦΩΝ

Γνωμικά (ρητά) των Επτά Σοφών της Αρχαίας Ελλάδος

Καραμάτσκος Δημήτρης
Μάστερ Θρησκειολογίας

Δημοσιεύουμε τα γνωμικά (ρητά) των Επτά Σοφών της Αρχαίας Ελλάδος, μέσα στα οποία κρύβεται πραγματικά πολλή σοφία και φιλοσοφία της ζωής. Το πρώτο γνωμικό "μέτρον άριστον" του Κλεόβουλου του Λίνδιου (Ρόδος) είναι από τα γνωστότερα, αλλά ελάχιστοι το γνωρίζουν όπως το κατέγραψε ο Κλεόβουλος. Οι περισσότεροι λένε "παν μέτρον άριστον". Όμως παν μέτρον δεν είναι άριστον αλλά το μέτρον, το να έχει κανείς μέτρο στα πάντα, είναι άριστον... Παρομοίως η φράση "γνώθι σαυτόν" αποδίδεται πολλές φορές στον Σωκράτη ή τον Πλάτωνα, ενώ είναι γνωμικό του Χίλωνα του Λακεδαιμόνιου!


ΡΗΤΑ ΤΩΝ ΕΠΤΑ ΣΟΦΩΝ ΤΗΣ ΑΡΧΑΙΑΣ ΕΛΛΑΔΟΣ



Κλεόβουλος Εὐαγόρου Λίνδιος ἔφη.
1. μέτρον ἄριστον.
    [το μέτρο είναι άριστο (όχι πάν μέτρον αλλά το να έχεις μέτρο σε όλα)]
2. πατέρα δεῖ αἰδεῖσθαι.
    (πρέπει να σέβεσαι τον πατέρα σου αιδούμαι=ντρέπομαι, σέβομαι)
3. εὖ τὸ σῶμα ἔχειν καὶ τὴν ψυχήν.
    (να έχεις σε καλή κατάσταση το σώμα και την ψυχή)
4. φιλήκοον εἶναι καὶ μὴ πολύλαλον.
    (να αγαπάς να ακούς και όχι το να λες πολλά)
5. πολυμαθῆ ἢ ἀμαθῆ.
    (καλύτερα να είσαι πολυμαθής παρά αμαθής)
6. γλῶσσαν εὔφημον κεκτῆσθαι.
    (να αποκτήσεις γλώσσα που έχει καλή φήμηη, να σε παινεύουν για τη γλώσσα σου)
7. ἀρετῆς οἰκεῖον, κακίας ἀλλότριον.
    (να είσαι οικείος με την αρετή και ξένος προς την κακία)
8. ἀδικίαν μισεῖν, εὐσέβειαν φυλάσσειν.
    (να μισείς την αδικία και να φυλάς (εφαρμόζεις) την ευσέβεια)
9. πολίταις τὰ βέλτιστα συμβουλεύειν.
    (στους πολίτες να συμβουλεύεις τα καλύτερα)
10. ἡδονῆς κρατεῖν.
      (να είσαι συγκρατημένος, εγκρατής, στην ηδονή)
11. βίᾳ μηδὲν πράττειν.
      (τίποτε να μην κάνεις εξαιτίας βίας)
12. τέκνα παιδεύειν.
      (να διαπαιδαγωγείς τα παιδιά σου)
13. τύχῃ εὔχεσθαι.
      (να εύχεσαι για καλή τύχη)
14. ἔχθρας διαλύειν.
      (να διαλύεις τις έχθρες)
15. τὸν τοῦ δήμου ἐχθρὸν πολέμιον νομίζειν.
      (να θεωρείς εχθρό σου τον εχθρό του δήμου)
16. γυναικὶ μή μάχεσθαι μηδὲ ἄγαν φρονεῖν ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν δύναται παρέχειν.
      (μην αντιπαλεύεις προς γυναίκα ούτε να πιστεύεις πάρα πολλά όταν είναι παρόντες και άλλοι. Γιατί το μέν πρώτο μπορεί να σου θεωρηθεί ανοησία το δε δεύτερο να οδηγήσει σε μανία)
17. οἰκέτας παρ’ οἶνον μὴ κολάζειν· εἰ δὲ μή, δόξεις παροινεῖν.
      (μην τιμωρείς τους υπηρέτες σου όταν πίνεις κρασί, αλλιώς θα θεωρηθείς ότι είσαι βίαιος)
18. γαμεῖν ἐκ τῶν ὁμοίων· ἐὰν γὰρ ἐκ τῶν κρειττόνων, δεσπότας, οὐ συγγενεῖς κτήσῃ.
      (να κάνεις γάμο με κάποιον από τους ομοίους σου. Γιατί αν κάνεις γάμο με καλύτερους, θα αποκτήσεις αφεντικά όχι συγγενείς)
19. μὴ ἐπιγελᾶν τῷ σκόπτωντι· ἀπεχθὴς γὰρ ἔσῃ τοῖς σκωπτομένοις.
      (να μην επιδοκιμάζεις αυτόν που περιγελά άλλους. Γιατί τότε θα σε απεχθάνονται αυτοί που γίνονται αντικείμενο περίγελου)
20. εὐποροῦντα μὴ ὑπερήφανον εἶναι, ἀποροῦντα μὴ ταπεινοῦσθαι.
      (όταν είσαι εύπορος να μην υπερηφανεύεσαι, και όταν είσαι άπορος να μην αισθάνεσαι ταπεινωμένος)

Σόλων Ἐξηκεστίδου Ἀθηναῖος ἔφη.
1. μηδὲν ἄγαν. (τίποτε να μην κάνεις με πολλή υπερβολή)
2. κριτὴς μὴ κάθησο· εἰ δὲ μή, τῷ ληφθέντι ἐχθρὸς ἔσῃ.
    (όταν είσαι κριτής να μην κάθεσαι. Διαφορετικά θα είσαι εχθρός αυτού που συνελήφθη)
3. ἡδονὴν φεῦγε, ἥτις λύπην τίκτει.
    (να αποφεύγεις την ηδονή που γεννά λύπη)
4. φύλασσε τρόπου καλοκαγαθίαν ὅρκου πιστοτέραν.
    (να κρατάς την καλοκαγαθία του τρόπου που είναι πιο αξιόπιστη από τον όρκο)
5. σφραγίζου τοὺς μὲν λόγους σιγῇ, τὴν δὲ σιγὴν καιρῷ.
   (να σφραγίζεις τους μεν λόγους με τη σιωπή, την δε σιωπή με τον καιρό)
6. μὴ ψεύδου, ἀλλ’ ἀλήθευε.
    (να μη λες ψέματα αλλά αλήθεια)
7. τα σπουδαῖα μελέτα.
   (να μελετάς αυτά που έχουν αξία)
8. τῶν γονέων μὴ λέγε δικαιότερα.
    (μη λες ότι υπάρχουν  πιο δίκαια πράγματα από τους γονείς)
9. φίλους μὴ ταχὺ κτῶ, οὓς δὲ κτήσῃ, μὴ ταχὺ ἀποδοκίμαζε.
    (μην αποκτάς γρήγορα φίλους, και αυτούς που θα αποκτήσεις μην τους αποδοκιμάζεις γρήγορα).
10. ἄρχεσθαι μαθὼν ἄρχειν ἐπιστήσῃ.
     (όταν μάθεις να άρχεσαι, έχεις από πάνω σου αρχηγούς, θα μάθεις και συ να άρχεις, να είσαι εσύ αρχηγός)
11. εὔθυναν ἑτέρους ἀξιῶν διδόναι καὶ αὐτὸς ὕπεχε.
      (όταν έχεις την αξίωση να δίνεις ευθύνη σε άλλους και ο ίδιος να αναλαμβάνεις τη δική σου)
12. συμβούλευε μὴ τὰ ἥδιστα, ἀλλὰ τὰ βέλτιστα τοῖς πολίταις.
    (να συμβουλεύεις τους πολίτες όχι τα πιο ευχάριστα, αλλά τα καλύτερα)
13. μὴ θρασύνου.
     (να μην είσαι θρασύς)
14. μὴ κακοῖς ὁμίλει.
     (να μη συναναστρέφεσαι με κακούς)
15. χρῶ τοῖς θεοῖς.
     (να έχεις τους θεούς στη ζωή σου, να τους χρησιμοποιείς)
16. φίλους εὐσέβει.
     (να έχεις σεβασμό προς τους φίλους)
17. ὃ ἂν <μὴ> ἴδῃς, μὴ λέγε.
     (μη λες αυτό που δεν έχεις δει)
18. εἰδὼς σίγα.
    (και όταν ξέρεις να σιωπάς)
19. τοῖς σεαυτοῦ πρᾶος ἴσθι.
    (να είσαι πράος προς τους δικούς σου)
20. τὰ ἀφανῆ τοῖς φανεροῖς τεκμαίρου.
     (να βγάζεις συμπέρασμα από τα φανερά για τα μη φανερά)

Χίλων Δαμαγήτου Λακεδαιμόνιος ἔφη.
1. γνῶθι σαυτόν.
    (να γνωρίσεις τον εαυτό σου)
2. πίνων μὴ πολλὰ λάλει· ἁμαρτήσει γάρ.
    (όταν πίνεις μη λες πολλά γιατί θα κάνεις λάθη)
3. μὴ ἀπείλει τοῖς ἐλευθέροις· οὐ γὰρ δίκαιον.
    (να μην απειλείς τους ελευθέρους, γιατί δεν είναι δίκαιο)
4. μὴ κακολόγει τοὺς πλησίον· εἰ δὲ μή, ἀκούσῃ, ἐφ’ οἷς λυπηθήσῃ.
   (μην κακολογείς τους πλησίον, ειδάλλως θα ακούσεις πράγματα 
   για τα οποία θα λυπηθείς)
5. ἐπὶ τὰ δεῖπνα τῶν φίλων βραδέως πορεύου, ἐπὶ δὲ τὰς ἀτυχίας ταχέως.
   (στα δείπνα των φίλων πήγαινε αργά αλλά στις ατυχίες τους γρήγορα)
6. γάμους εὐτελεῖς ποιοῦ.
   (να κάνεις γάμους χωρίς πολυτέλειες).
7. τὸν τετελευτηκότα μακάριζε.
    (να μακαρίζεις αυτόν που πέθανε)
8. πρεσβύτερον σέβου.
    (να σέβεσαι τον γεροντότερο)
9. τὸν τὰ ἀλλότρια περιεργαζόμενον μίσει.
   (να μισείς αυτόν που περιεργάζεται τις ξένες υποθέσεις)
10. ζημίαν αἱροῦ μᾶλλον ἢ κέρδος αἰσχρόν· τὸ μὲν γὰρ ἅπαξ λυπήσει, τὸ δὲ ἀεί.
     (να προτιμάς τη ζημιά περισσότερο από το αισχρό κέρδος, γιατί το πρώτο θα σε λυπήσει μια φορά, ενώ το άλλο για πάντα θα σε λυπεί)
11. τῷ δυστυχοῦντι μὴ ἐπιγέλα.
     (μην επιδοκιμάζεις όταν κάποιος βρίσκεται σε δυστυχία)
12. τραχὺς ὢν ἥσυχον σεαυτὸν πάρεχε, ὅπως σε αἰσχύνωνται μᾶλλον ἢ φοβῶνται.
     (όταν είσαι τραχύς να παρουσιάζεις τον εαυτό σου ήσυχο, ώστε να σε ντρέπονται μάλλον παρά να σε φοβούνται)
13. τῆς ἰδίας οἰκίας προστάτει.
     (να προστάτης στο δικό σου σπίτι)
14. ἡ γλῶσσά σου μὴ προτρεχέτω τοῦ νοῦ.
     (η  γλώσσα σου να μην τρέχει πριν από το μυαλό)
15. θυμοῦ κράτει.
    (να συγκρατείς τον θυμό σου)
16. μὴ ἐπιθύμει ἀδύνατα.
     (να μην επιθυμείς τα αδύνατα)
17. ἐν ὁδῷ μὴ σπεῦδε προάγειν.
    (στο δρόμο να μη βιάζεσαι να μπεις μπροστά από τους άλλους)
18. μηδὲ τὴν χεῖρα κινεῖν· μανικὸν γάρ.
    (ούτε να κουνάς το χέρι σου, γιατί είναι δείγμα μανίας)
19. νόμοις πείθου.
   (να υπακούεις στους νόμους)
20. ἀδικούμενος διαλλάσσου, ὑβριζόμενος τιμωροῦ.
    (όταν αδικείσαι να θέλεις να συμφιλιωθείς, όταν υβρίζεσαι να τιμωρείσαι)

Θαλῆς Ἐξαμύου Μιλήσιος ἔφη.
1. ἐγγύα, πάρα δ’ ἄτα.
    (η εγγύηση φέρνει την καταστροφή)
2. φίλων παρόντων καὶ ἀπόντων μέμνησο.
   (να θυμάσαι τους φίλους τους παρόντες και τους απόντες)
3. μὴ τὴν ὄψιν καλλωπίζου, ἀλλ’ ἐν τοῖς ἐπιτηδεύμασιν ἴσθι καλός.
   (μην καλλωπίζεις το πρόσωπο αλλά να είσαι καλός στις εργασίες σου)
4. μὴ πλούτει κακῶς.
   (να μην αποκτάς πλούτη με κακό τρόπο)
5. μή σε διαβαλλέτω λόγος πρὸς τοὺς πίστεως κεκοινωνηκότας.
    (να μη σε κάνει ο συκοφαντικός λόγος να χάσεις την εμπιστοσύνη με όσους συναλλάσσεσαι)
6. κολακεύειν γονεῖς μή ὄκνει.
   (μην κουράζεσαι να λες καλά λόγια προς τους γονείς σου)
7. μὴ πατρὸς δέχου τὸ φαῦλον.
   (να μη δέχεσαι την φαυλότητα του πατέρα σου)
8. οἵους ἂν ἐράνους ἐνέγκῃς τοῖς γονεῦσι, τοιούτους αὐτὸς ἐν τῷ γήρᾳ παρὰ τῶν τέκνων προσδέχου.
    (όση θα είναι η συνεισφορά σου προς τους γονείς σου τόση θα δεχθείς στα γηρατειά σου από τα παιδιά σου)
9. χαλεπὸν τὸ ἑαυτὸν γνῶναι.
    (είναι δύσκολο να γνωρίσεις τον εαυτό σου)
10. ἥδιστον οὗ ἐπιθυμεῖς τυχεῖν.
      (είναι πολύ ευχάριστο, γλυκό, αυτό που επιθυμείς να σου τύχει)
11. ἀνιαρὸν ἀργία.
    (η αργία είναι ανιαρό πράγμα)
12. βλαβερὸν ἀκρασία.
     (το να είναι κάποιος ακρατής είναι βλαβερό)
13. βαρὺ ἀπαιδευσία.
    (βαρύ πράγμα είναι η αμορφωσιά)
14. δίδασκε καὶ μάνθανε τὸ ἄμεινον.
    (να διδάσκεις και να μαθαίνεις το καλύτερο)
15. ἀργὸς μὴ ἴσθι, μηδ’ ἂν πλουτῇς.
     (ποτέ να μην είσαι αργόσχολος, ούτε και όταν αποκτήσεις πλούτη)
16. κακὰ ἐν οἴκῳ κρύπτε.
     (να κρύβεις τα κακά που συμβαίνουν στο σπίτι σου)
17. φθονοῦ μᾶλλον ἢ οἰκτίρου.
     (να προτιμάς να σε φθονούν παρά να σε λυπούνται)
18. μέτρῳ χρῶ.
     (να χρησιμοποιείς το μέτρο (σε όλα))
19. ἄρχων κόσμει σεαυτόν.
     (όταν είσαι αρχηγός να στολίζεις τον εαυτό σου)

Πιττακὸς Ὕρρα Λέσβιος ἔφη.
1. καιρὸν γνῶθι.
   (να γνωρίζεις πότε είναι ο καιρός (να σταθμίζεις τις περιστάσεις))
2. ὃ μέλλεις ποιεῖν, μὴ λέγε· ἀποτυχὼν γὰρ καταγελασθήσῃ.
   (αυτό που πρόκειται να κάνεις μην το λες, γιατί αν 
   αποτύχεις θα σε κοροϊδεύουν)
3. τοῖς ἐπιτηδείοις χρῶ.
   (να χρησιμοποιείς τα απαραίτητα μέσα κάθε φορά)
4. ὅσα νεμεσᾷς τῷ πλησίον, αὐτὸς μὴ ποίει.
   (όσα μισείς στον διπλανό σου ο ίδιος να μην τα κάνεις)
5. ἀπραγοῦντα μὴ ὀνείδιζε· ἐπὶ γὰρ τούτοις νέμεσις θεῶν κάθηται.
    (αυτόν που είναι άπραγος μην τον κατηγορείς, γιατί επάνω 
    σ’ αυτούς κάθεται η τιμωρία των θεών)
6. παρακαταθήκας ἀπόδος.
   (να επιστρέφεις ό,τι σου έχουν εμπιστευθεί)
7. ἀνέχου ὑπὸ τῶν πλησίον μικρὰ ἐλαττούμενος.
   (να ανέχεσαι όταν οι πλησίον σε υποτιμούν λίγο)
8. τὸν φίλον κακῶς μὴ λέγε μηδ’ εὖ τὸν ἐχθρόν· ἀσυλλόγιστον γὰρ τὸ τοιοῦτον.
    (μη λες άσχημα για τον φίλο σου ούτε καλά για τον εχθρό σου. Γιατί αυτό είναι απερίσκεπτο)
9. δεινὸν συνιδεῖν τὸ μέλλον, ἀσφαλὲς τὸ γενόμενον.
   (είναι δύσκολο να γνωρίζεις το μέλλον, είναι όμως ασφαλές αυτό που έγινε ήδη)
10. πιστὸν γῆ, ἄπιστον θάλασσα.
     (μπορείς να εμπιστεύεσαι την στεριά, τη θάλασσα δεν μπορείς να την εμπιστεύεσαι)
11. ἄπληστον κέρδος.
    (το κέρδος είναι αχόρταγο)
12. κτῆσαι ἴδια.
     (να αποκτήσεις δικά σου πράγματα)
13. θεράπευε εὐσέβειαν, παιδείαν, σωφροσύνην, φρόνησιν, ἀλήθειαν, πίστιν, ἐμπειρίαν, ἐπιδεξιότητα, ἑταιρείαν, ἐπιμέλειαν, οἰκονομίαν, τέχνην.
     (να υπηρετείς την ευσέβεια, τη μόρφωση, την σωφροσύνη, τη φρόνηση, την αλήθεια, την πίστη, την εμπειρία, την επιδεξιότητα, τη φιλία, την επιμέλεια, την οικονομία, την τέχνη)

Βίας Τευταμίδου Πριηνεὺς ἔφη.
1. οἱ πλεῖστοι ἄνθρωποι κακοί.
    (οι περισσότεροι άνθρωποι είναι κακοί)
2. εἰς κάτοπτρον, ἔφη, ἐμβλέψαντα δεῖ, εἰ μὲν καλὸς φαίνῃ, καλὰ ποιεῖν· εἰ δὲ αἰσχρός, τὸ τῆς φύσεως ἐλλιπὲς διορθοῦσθαι τῇ καλοκαγαθίᾳ.
    (είπε, πρέπει κάποιος αφού κοιτάξει μέσα στον καθρέπτη, αν μεν φαίνεται καλός να πράττει καλά, αν φαίνεται άσχημος να διορθώνει αυτό που από τη φύση του του λείπει με την καλοκαγαθία)
3. βραδέως ἐγχείρει· οὗ δ’ ἂν ἄρξῃ, διαβεβαιοῦ.
   (να επιχειρείς να κάνεις κάτι αργά. Αυτό όμως που θα ξεκινήσεις να το κάνεις με βεβαιότητα, με σιγουριά)
4. μίσει τὸ ταχὺ λαλεῖν, μὴ ἁμάρτῃς· μετάνοια γὰρ ἀκολουθεῖ.
   (να μισείς το να μιλάς γρήγορα, για να μην αστοχήσεις, 
    γιατί ακολουθεί η μετάνοια)
5. μήτ’ εὐήθης ἴσθι μήτε κακοήθης.
   (να μην είσαι ούτε ανόητος ούτε κακοήθης)
6. ἀφροσύνην μὴ προσδέχου.
   (να μην δέχεσαι την ανοησία)
7. φρόνησιν ἀγάπα.
   (να αγαπάς την σωφροσύνη)
8. περὶ θεῶν λέγε, ὡς εἰσίν.
   (για τους θεούς να λες ότι υπάρχουν)
9. νόει τὸ πραττόμενον.
   (να καταλαβαίνεις αυτό που κάνεις)
10. ἄκουε πολλά.
     (να ακούς πολλά)
11. λάλει καίρια.
     (να λες αυτά που είναι κατάλληλα στην ώρα τους)
12. πένης ὢν πλουσίοις μὴ ἐπιτίμα, ἢν μὴ μέγα ὠφελῇς
    (όταν είσαι φτωχός να μην κατακρίνεις τους πλουσίους, αλλιώς θα τους ωφελήσεις πολύ)
13. ἀνάξιον ἄνδρα μὴ ἐπαίνει διὰ πλοῦτον.
     (να μην επαινείς ανάξιον άνδρα, επειδή είναι πλούσιος)
14. πείσας λαβέ, μὴ βιασάμενος.
     (πάρε αφού πρώτα πείσεις, όχι χρησιμοποιώντας βία)
15. ὅ,τι ἂν ἀγαθὸν πράσσῃς, θεούς, μὴ σεαυτὸν αἰτιῶ.
     (ό,τι καλό και αν κάνεις να το αποδίδεις στους θεούς όχι στον εαυτό σου)
16. κτῆσαι ἐν μὲν νεότητι εὐπραξίαν, ἐν δὲ γήρᾳ σοφίαν.
     (να αποκτήσεις στη μεν νεότητά σου τα καλά έργα και στα γηρατειά σου τη σοφία)
17. ἕξεις ἔργῳ μνήμην, καιρῷ εὐλάβειαν, τρόπῳ γενναιότητα, πόνῳ ἐγκράτειαν, φόβῳ εὐσέβειαν, πλούτῳ φιλίαν, λόγῳ πειθώ, σιγῇ κόσμον, γνώμῃ δικαιοσύνην, τόλμῃ ἀνδρείαν, πράξει δυναστείαν, δόξῃ ἡγεμονίαν.
     (θα έχεις με το έργον μνήμη, με τον καιρό ευλάβεια, με τον τρόπο γενναιότητα, με τον κόπο εγκράτεια, με τον φόβο ευσέβεια, με τον πλούτο φιλία, με τον λόγο πειθώ, με τη σιωπή στολίδι, με τη γνώμη δικαιοσύνη, με την τόλμη ανδρεία, με την πράξη κυριαρχία, με την δόξα αρχηγία)

Περίανδρος Κυψέλου Κορίνθιος ἔφη.
1. μελέτα τὸ πᾶν.
   (να μελετάς τα πάντα)
2. καλὸν ἡσυχία.
     (είναι καλό πράγμα η ησυχία)
3. ἐπισφαλὲς προπέτεια.
    (είναι επικίνδυνη η μη συγκράτηση της γλώσσας)
4. κέρδος αἰσχρόν.
   (το κέρδος είναι αισχρόν)
5. φύσεως κατηγορία.
   (η κατηγορία είναι στοιχείο της φύσης)
6. δημοκρατία κρεῖττον τυραννίδος.
    (η δημοκρατία είναι καλύτερη από την τυραννία)
7. αἱ μὲν ἡδοναὶ θνηταί, αἱ δ’ ἀρεταὶ ἀθάνατοι.
    (οι μεν ηδονές είναι θνητές, οι δε αρετές αθάνατες)
8. εὐτυχῶν μὲν μέτριος ἴσθι, ἀτυχῶν δὲ φρόνιμος.
   (όταν ευτυχείς να είσαι μετριόφρων, όταν ατυχείς να είσαι φρόνιμος)
9. φειδόμενον κρεῖττον ἀποθανεῖν ἢ ζῶντα ἐνδεῖσθαι.
   (αυτός που είναι τσιγγούνης είναι καλύτερα να πεθάνει παρά
    όταν ζει να ζει με στέρηση)
10. σεαυτὸν ἄξιον παρασκεύαζε τῶν γονέων.
     (να προετοιμάζεις τον εαυτό σου να είναι άξιος των γονέων)
11. ζῶν μὲν ἐπαινοῦ, ἀποθανὼν δὲ μακαρίζου.
     (όταν ζεις να επαινείσαι και όταν πεθάνεις να μακαρίζεσαι)
12. φίλοις εὐτυχοῦσι καὶ ἀτυχοῦσιν ὁ αὐτὸς ἴσθι.
     (σε φίλους που ευτυχούν ή δυστυχούν να είσαι ο ίδιος)
13. ὃ ἂν ἑκὼν ὁμολογήσῃς, <διατήρει>· πονηρὸν <γὰρ τὸ> παραβῆναι.
     (αυτό που θα ομολογήσεις με τη θέλησή σου να το κρατάς. Γιατί είναι κακό το να το παραβείς)
14. λόγων ἀπορρήτων ἐκφορὰν μὴ ποιοῦ.
     (να μην εκφέρεις  από το στόμα σου λόγια που δεν πρέπει να κοινοποιούνται)
15. λοιδοροῦ ὡς ταχὺ φίλος ἐσόμενος.
     (να λοιδορείσαι σαν να πρόκειται να γίνεις γρήγορα φίλος)
16. τοῖς μὲν νόμοις παλαιοῖς χρῶ, τοῖς δὲ ὄψοις προσφάτοις.
     (να χρησιμοποιείς ως προς μεν τους νόμους τους παλαιούς, ως προς τις τροφές όμως τις φρέσκες)
17. μὴ μόνον τοὺς ἁμαρτάνοντας κόλαζε, ἀλλὰ καὶ τοὺς μέλλοντας κώλυε.
    (μην τιμωρείς μόνον όσους σφάλλουν αλλά να εμποδίζεις και όσους πρόκειται (να σφάλουν)
18. δυστυχῶν κρύπτε, ἵνα μὴ τοὺς ἐχθροὺς εὐφράνῃς.
    (όταν βρίσκεσαι σε δυστυχία να το κρύβεις, για να μην ευχαριστήσεις τους εχθρούς).