Κυριακή 20 Οκτωβρίου 2013

Διὰ τί ὑπὸ των Σεραφὶμ λέγεται καθαρθήναι ὁ προφήτης ᾽Ησαίας

Διὰ τί ὑπὸ των Σεραφὶμ λέγεται καθαρθήναι ὁ προφήτης ᾽Ησαίας

     

ΚΕΦΑΛΑΙΟΝ ΙΓ΄

Διὰ τί ὑπὸ τῶν σεραφὶμ λέγεται καθαρθῆναι ὁ προφήτης ᾽Ησαίας


1. Ἄγε δὴ καὶ τοῦτο κατὰ δύναμιν ἐπισκοπήσωμεν ὅτου ἕνεκα πρὸς ἕνα τῶν θεολόγων ὁ σεραφὶμ ἀποστέλλεσθαι λέγεται. Καὶ γὰρ ἀπορήσειέ τις ὅτι μὴ τῶν ὑφειμένων τις ἀγγέλων, ἀλλ' αὐτὸς ὁ ταῖς πρεσβυτάταις οὐσίαις ἐνάριθμος ἀποκαθαίρει τὸν ὑποφήτην.
2. Τινὲς μὲν οὖν φασιν ὅτι κατὰ τὸν ἤδη προαποδοθέντα τῆς πάντων τῶν νοῶν κοινωνίας ὅρον οὐχ ἕνα τῶν περὶ Θεὸν πρωτίστων νοῶν ὀνομάζει τὸ Λόγιον ἐπὶ τὴν τοῦ θεολόγου κάθαρσιν ἐληλυθέναι, τινὰ δὲ τῶν ἡμῖν ἐφεστηκότων ἀγγέλων ὡς ἱερουργὸν τῆς τοῦ προφήτου καθάρσεως τῇ τῶν σεραφὶμ ὁμωνυμίᾳ κληθῆναι διὰ τὴν πρηστήριον τῶν εἰρημένων ἁμαρτιῶν ἀναίρεσιν καὶ τὴν τοῦ καθαρθέντος ἐπὶ τὴν θείαν ὑπακοὴν ἀναζωπύρησιν, καὶ τὸ Λόγιον ἕνα τῶν σεραφἵμ ἁπλῶς εἰρηκέναι φασὶν οὐ τῶν περὶ Θεὸν ἱδρυμένων, ἀλλὰ τῶν ἡμῖν ἐφεστηκυιῶν καθαρτικῶν δυνάμεων.

3. Ἕτερος δὲ οὐ σφόδρα ἄτοπόν τινα παρέσχετό μοι τὴν ἀπολογίαν ὑπὲρ τῆς παρούσης ἐνστάσεως. Ἔφη γὰρ, ὅτι τὴν οἰκείαν καθαρτικὴν ἱερουργίαν ὁ μέγας ἐκεῖνος (ὅστις ποτὲ ἦν ὁ τὴν ὅρασιν διαπλάσας ἄγγελος εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεολόγον) ἐπὶ Θεὸν καὶ μετὰ Θεὸν ἐπὶ τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκεν. Καὶ μήποτε ἆρα οὗτος ὁ λόγος ἀληθεύεται; Ἔλεγε γὰρ ὁ τοῦτο φήσας ὡς ἡ θεαρχικὴ δύναμις ἐπὶ πάντα φοιτῶσα χωρεῖ καὶ διὰ πάντων ἀσχέτως διήκει καὶ πᾶσιν αὖθίς ἐστιν ἀφανὴς οὐ μόνον ὡς πάντων ὑπερουσίως ἐξηρημένη, ἀλλὰ καὶ ὡς κρυφίως ἐπὶ πάντα διεῖσα τὰς προνοητικὰς αὐτῆς ἐνεργείας. Ἀλλὰ μὴν καὶ πᾶσι τοῖς νοεροῖς ἀναλόγως ἐπιφαίνεται καὶ τὴν οἰκείαν φωτοδοσίαν ἐγχειρίζουσα ταῖς πρεσβυτάταις οὐσίαις δι' αὐτῶν ὡς πρώτων εἰς τὰς ὑποβεβηκυίας αὐτὴν εὐκόσμως διαδίδωσι κατὰ τὴν ἑκάστης διακοσμήσεως θεοπτικὴν συμμετρίαν.

Ἢ ἵνα σαφέστερον εἴπω καὶ δι' οἰκείων παραδειγμάτων, εἰ καὶ ἀποδεόντων Θεοῦ τοῦ πάντων ἐξῃρημένου, πλὴν ἡμῖν ἐμφανεστέρων· ἡ τῆς ἡλιακῆς ἀκτῖνος διάδοσις εἰς πρώτην ὕλην εὐδιαδότως χωρεῖ τὴν πασῶν διειδεστέραν καὶ δι' αὐτῆς ἐμφανέστερον ἀναλάμπει τὰς οἰκείας μαρμαρυγάς, προσβάλλουσα δὲ ταῖς παχυτέραις ὕλαις ἀμυδροτέραν ἔχει τὴν διαδοτικὴν ἐπιφάνειαν ἐκ τῆς τῶν φωτιζομένων ὑλῶν πρὸς φωτοδοσίας διαπορθμευτικὴν ἕξιν ἀνεπιτηδειότητος καὶ κατὰ σμικρὸν ἐκ τούτου πρὸς τὸ τελείως σχεδὸν ἀδιάδοτον συστέλλεται. Πάλιν ἡ πυρὸς θερμότης μᾶλλον ἑαυτὴν διαδίδωσιν εἰς τὰ δεκτικώτερα καὶ πρὸς τὴν αὐτῆς ἀφομοίωσιν εὔεικτα καὶ εὐάγωγα, πρὸς δὲ τὰς ἀντιτυπεῖς ἢ ἐναντίας οὐσίας ἢ οὐδὲν ἢ ἄμυδρόν τι τῆς ἐκπυρωτικῆς ἐνεργείας ἴχνος ἀναφαίνεται, Καὶ τὸ τούτου γε πλεῖον, ὅτι ταῖς μὴ συγγενέσι διὰ τῶν οἰκείως πρὸς αὐτὴν ἐχόντων προσβάλλει, πρῶτον εἰ τύχοι πυρώδη ποιοῦσα τὰ πρὸς ἐκπύρωσιν εὐαλλοίωτα, καὶ δι' αὐτῶν ἢ ὕδωρ ἢ ἕτερόν τι τῶν οὐκ εὐκόλως ἐκπυρουμένων ἀναλόγως θερμαίνουσα. Κατὰ τὸν αὐτὸν οὖν τῆς φυσικῆς εὐταξίας λόγον ὑπερφυῶς ἡ πάσης εὐκοσμίας ὁρατῆς καὶ ἀοράτου ταξιαρχία τὴν τῆς οἰκείας φωτοδοσίας λαμπρότητα πρωτοφανῶς ἐν πανολβίαις χύσεσι ταῖς ὑπερτάταις οὐσίαις ἀναφαίνει καὶ διὰ τούτων αἱ μετ᾽ αὐτὰς οὐσίαι τῆς θείας ἀκτῖνος μετέχουσιν. Αὗται γὰρ ἐπιγνοῦσαι πρῶται Θεὸν καὶ θείας ἀρετῆς ὑπερκειμένως ἐφιέμεναι καὶ πρωτουργοὶ γενέσθαι τῆς ὡς ἐφικτὸν θεομιμήτου δυνάμεως καὶ ἐνεργείας ὴξίωνται καὶ τὰς μετ' αὐτὰς οὐσίας [αὐταὶ] πρὸς τὸ ἐφάμιλλον ὅση δύναμις ἀγαθοειδῶς ἀνατείνουσιν ἀφθόνως αὐταῖς μεταδιδοῦσαι τῆς εἰς αὐτὰς ἐπιφοιτησάσης αἴγλης, καὶ αὖθις ἐκεῖναι ταῖς ὑφειμέναις, καὶ καθ' ἑκάστην ἡ πρώτη τῆ μετ' αὐτὴν μεταδίδωσι τοῦ δωρουμένου καὶ εἰς πάσας ἀναλόγως προνοίᾳ διαφοιτῶντος θείου φωτός.
Ἔστιν οὖν ἅπασι τοῖς φωτιζομένοις ἀρχὴ τοῦ φωτίζεσθαι Θεὸς μὲν φύσει καὶ ὄντως κυρίως ὡς φωτὸς οὐσία καὶ αὐτοῦ τοῦ ειναι καὶ ὁρᾶν αἴτιος, θέσει δὲ καὶ θεομιμήτως ἡ κατὰ μέρος ὑπερκειμένη τῆ μετ' αὐτὴν ἑκάστῃ τῷ τὰ θεῖα φῶτα δι' αὐτῆς εἰς ἐκείνην ἐποχετεύεσθαι. Τὴν οὐν ὑπερτάτην τῶν οὐρανίων νοῶν διακόσμησιν αἱ τῶν λοιπῶν ἁπάντων ἀγγέλων οὐσίαι κατὰ τὸ εἰκὸς μετὰ Θεὸν ἀρχὴν ἡγοῦνται πάσης ἱερᾶς θεογνωσίας τε καὶ θεομιμησίας ὡς δι' ἐκείνων εἰς πάσας καὶ ἡμᾶς τῆς θεαρχικῆς ἐλλάμψεως διαδιδομένης. Διὸ καὶ πᾶσαν ἱερὰν καὶ θεομίμητον ἐνέργειαν ἐπὶ Θεὸν μὲν ὡς αἴτιον ἀναφέρουσιν, ἐπὶ δὲ τοὺς πρώτους θεοειδεῖς νόας ὡς πρωτουργοὺς τῶν θείων καὶ διδασκάλους. Οὐκοῦν ἡ πρώτη τῶν ἁγίων ἀγγέλων διακόσμησις μᾶλλον ἁπασῶν ἔχει τὴν ἐμπύριον ἰδιότητα καὶ τὴν κεχυμένην τῆς θεαρχικῆς σοφίας μετάδοσιν καὶ τὸ γνωστικὸν τῆς ὑπερτάτης τῶν θείων ἐλλάμψεων ἐπιστήμης καὶ τὴν θρονίαν ἰδιότητα τὴν ἀναπεπταμένην θεοδοχίαν ἐμφαίνουσαν, αἱ δὲ τῶν ὑφειμένων οὐσιῶν διακοσμήσεις τῆς ἐμπυρίου, τῆς σοφῆς, τῆς γνωστικῆς, τῆς θεοδόχου δυνάμεως μετέχουσι μέν, ὑφειμένως δὲ καὶ πρὸς τὰς πρώτας ὁρῶσαι καὶ δι' αὐτῶν ὡς τοῦ θεομιμήτου πρωτουργῶς ἠξιωμένων ἐπὶ τὸ τοῦ θεοειδοῦς ἐφικτὸν ἀναγόμεναι. Τὰς εἰρημένας οὖν ἁγίας ἰδιότητας ὧν ἐν μετουσίᾳ διὰ τῶν πρώτων αἱ μετὰ αὐτὰς οὐσίαι γεγόνασιν, αὐταῖς ἐκείναις μετὰ Θεὸν ὡς ἱεράρχαις ἀνατιθέασιν.
4. Ἔλεγεν οὖν ὁ ταῦτα φήσας τὴν μὲν ὅρασιν ἐκείνην ὑποδειχθῆναι τῷ θεολόγῳ δι' ἑνὸς τῶν ἐπιστατούντων ἡμῖν ἁγίων καὶ μακαρίων ἀγγέλων καὶ πρὸς τῆς φωτιστικῆς αὐτοῦ χειραγωγίας ἐπὶ τὴν ἱερὰν ἐκείνην θεωρίαν ἀναταθῆναι καθ' ἣν ἑώρα τὰς ὑπερτάτας οὐσίας, ὡς ἐν συμβόλοις εἰπεῖν, ὑπὸ Θεὸν καὶ μετὰ Θεοῦ καὶ περὶ Θεὸν ἱδρυμένας, καὶ τὴν ἁπάντων κοιὶ αὐτῶν ὑπεραῤῥήτως ἐξῃρημένην ὑπεράρχιον ἀκρότητα ἐν μέσῳ τῶν ὑπερβεβηκυιῶν δυνάμεων ὑπεριδρυμένην. ᾽Εμάνθανεν οὖν τοῖς ὁρωμένοις ὁ θεολόγος, ὅτι κατὰ πᾶσαν ὑπερούσιον ὑπεροχὴν ἀσυγκρίτως ὑπερίδρυτο τὸ θεῖον ἁπόισης ὁρατῆς καὶ ἀοράτου δυνάμεως καὶ μὴν ὅτι πάντων ἐστὶν ἐξῃρημένον ὡς καθόλου μηδὲ ταῖς πρώταις τῶν ὄντων οὐσίαις ἐμφερές, προσέτι καὶ τὸ πάντων αὐτὸ καὶ ἀρχὴν καὶ αἰτίαν οὐσιοποιὸν εἶναι καὶ τῆς τῶν ὄντων ἀδιαλύτου μονῆς ἀναλλοίωτον ἵδρυσιν, ὑφ' ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι καὶ αὐταῖς ταῖς ὑπερβεβηκυίαις ἐστὶ δυνάμεσιν. Εἶτα τὰς αὐτῶν τῶν ἁγιωτάτων σεραφὶμ ἐμυεῖτο θεοειδεῖς δυνάμεις, τῆς μὲν ἱερᾶς αὐτῶν ἐπωνυμίας τὸ ἐμπύριον σημαινούσης, περὶ οὗ μικρὸν ὕστερον ἡμεῖς ἐροῦμεν, ὡς ἡμῖν ἐφικτὸν ὑφηγήσασθοιι τὰς ἐπὶ τὸ θεοειδὲς τῆς ἐμπυρίου δυνάμεως ἀναγωγάς, τῆς δὲ τῶν πτερῶν ἑξαπλῆς ἱεροπλαστίας τὴν ἐπὶ τὸ θεῖον ἐν πρώταις, ἐν μέσαις, ἐν τελευταίαις νοήσεσιν ἀπόλυτον καὶ ὑπερτάτην ἀνάτασιν. Ἀλλὰ καὶ τὸ ἀπειρόπουν αὐτῶν καὶ πολυπρόσωπον ὁρῶν ὁ ἱερὸς θεολόγος καὶ τὸ τοῖς πτεροῖς ἀποδιαστέλλεσθαι τὴν ὑπὸ τοὺς πόδας καὶ τὴν ὑπὲρ τὰ πρόσωπα θεωρίαν καὶ τὴν ἐν τοῖς μέσοις πτεροῖς ἀεικινησίαν πρὸς τὴν νοητὴν τῶν ὁρωμένων ἀνήγετο γνῶσιν, ἐκφαινομένης αὐτῷ τῆς τῶν ὑπερτάτων νοῶν πολυπόρου καὶ πολυθεάμονος δυνάμεως καὶ τῆς ἱερᾶς αὐτῶν εὐλαβείας, ἣν ἔχουσιν ὑπερκοσμίως εἰς τὴν τῶν ὑψηλοτέρων καὶ βαθυτέρων αὐθάδη καὶ θρασεῖοιν καὶ ἀνέφικτον ἔρευναν, καὶ τῆς ἐν συμμετρίᾳ τῶν θεομιμήτων ἐνεργειῶν ἀκαταλήκτου καὶ ὑψιπετοῦς ἀεικινησίας. Ἀλλὰ καὶ τὴν θεαρχικὴν ἐκείνην καὶ πολυτίμητον ὑμνῳδίαν ἐμυσταγωγεῖτο, τοῦ τυποῦντος τὴν ὅρασιν ἀγγέλου κατὰ δύναμιν τῷ θεολόγῳ μεταδιδόντος τῆς οἰκείας ἱερογνωσίας. ᾽Εδίδασκεν οὖν αὐτὸν καὶ τοῦτο, ὅτι κάθαρσίς ἐστι τοῖς ὁπωσοῦν καθαροῖς ἡ τῆς θεαρχικῆς διαυγείας [ἁγνότητος] ὡς ἐφικτὸν μετουσία. Αὕτη δὲ πρὸς αὐτῆς τῆς θεαρχίας ἐξῃρημέναις αἰτίαις εἰς πάντας τοὺς ἱεροὺς νόας ὑπερουσίῳ κρυφιότητι τελετουργουμένη, ταῖς περὶ αὐτὴν ὡς ὑπερτάταις δυνάμεσιν ἐκφανεστέρα πώς ἐστι καὶ μᾶλλον ἑαυτὴν ἐκφαίνει καὶ διαδίδωσιν, ἐπὶ δὲ τῶν δευτέρων ἢ τῶν ἐσχάτων ἢ τῶν ἡμῶν νοερῶν δυνάμεων ὡς αὐτῆς ἑκάστη κατὰ τὸ θεοειδὲς διέστηκεν, οὕτω τὴν φανὴν αὐτῆς ἔλλαμψιν συνάγει πρὸς τὸ τῆς οἰκείας κρυφιότητος ἑνιαῖον ἄγνωστον. ᾽Ελλάμπει δὲ τοῖς καθ' ἕκαστον δευτέροις διὰ τῶν πρώτων καὶ, εἰ δεῖ συντόμως εἰπεῖν, πρώτως ἐκ τοῦ κρυφίου πρὸς τὸ ἐμφανὲς ἄγεται διὰ τῶν πρώτων δυνάμεων.
Τοῦτο γοῦν ὁ θεολόγος ἐδιδάσκετο πρὸς τοῦ φωταγωγοῦντος αὐτὸν ἀγγέλου τὸ τὴν κάθαρσιν καὶ πάσας τὰς θεαρχικὰς  νεργείας διὰ τῶν πρώτων οὐσιῶν ἀναλαμπούσας εἰς πάσας τὰς λοιπὰς δια δίδοσθαι κατὰ τὴν ἑκάστης πρὸς τὰς θεουργικὰς μετουσίας ἀναλογίαν. Διὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν ἰδιότητα τοῖς σεραφὶμ εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν. Οὐδὲν οὖν ἄτοπον, εἰ καθαίρειν λέγεται τὸν θεολόγον ὁ σεραφίμ. Ὡς γὰρ ὁ Θεὸς καθαίρει πάντας τῷ πάσης καθόιρσεως εἶναι αἰτία, μᾶλλον δὲ (παραπλησίῳ γὰρ χρήσομαι παραδείγματι) καθάπερ ὁ καθ' ἡμᾶς ἱεράρχης διὰ τῶν αὐτοῦ λειτουργῶν ἢ ἱερέων καθαίρων ἢ φωτίζων αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν, τῶν δι' αὐτοῦ καθιερωμένων τάξεων ἐπ᾽ αὐτὸν ἀνατιθεισῶν τὰς οἰκείας ἱερὰς ἐνεργείας, οὕτω καὶ τὴν οἰκείαν καθαρτικὴν ἐπιστήμην καὶ δύναμιν ὁ τὴν κάθαρσιν τοῦ Θεολόγου τελετουργῶν ἄγγελος ἐπὶ Θεὸν μὲν ὡς αἴτιον, ἐπὶ δὲ τὸν σεραφὶμ ὡς πρωτουργὸν ἱεράρχην ἀνατίθησιν, ὡς ἄν τις φαίη μετ᾽ εὐλαβείας ἀγγελικῆς, τὸν ὑπ' αὐτοῦ καθαιρόμενον ἐκδιδάσκων, ὅτι «τῆς εἰς σὲ πρὸς ἐμοῦ τελετουργουμένης καθάρσεως ἀρχὴ μέν ἐστιν ἐξηρημένη καὶ οὐσία καὶ δημιουργὸς καὶ αἴτιος ὁ καὶ τὰς πρώτας οὐσίας καὶ πρὸς τὸ εἶναι παραγαγὼν καὶ τῇ περὶ αὐτὸν ἱδρύσει συνέχων καὶ διατηρῶν ἀτρέπτους τε καὶ ἀμεταπτώτους καὶ αὐτὰς κινῶν ἐπὶ τὰς πρώτας τῶν οἰκείων προνοητικῶν ἐνεργειῶν μετουσίας (τοῦτο γὰρ ὁ ταῦτά με διδάσκων ἔφη τὴν τοῦ Σεραφὶμ ἐμφαίνειν ἀποστολήν), ἱεράρχης δὲ καὶ μετὰ Θεὸν ἡγεμὼν ὁ τῶν πρωτίστων οὐσιῶν διάκοσμος, παρ' οὗ τὸ καθαίρειν ἐγὼ θεοειδῶς ὲμυήθην. Οὗτος οὖν ἐστιν ὁ δι' ἐμοῦ σε καθαίρων, δι' οὗ τὰς οἰκείας προνοητικὰς ἐνεργείας ἐκ τοῦ κρυφίου καὶ εἰς ἡμᾶς προήγαγεν ἡ πάσης αἰτία καὶ δημιουργὸς καθάρσεως».
Ταῦτα μὲν ἐκεῖνος ἐδίδασκέ με, σοὶ δ' ἐγὼ μεταδίδωμι. Τῆς σῆς δ' ἂν εἴη νοερᾶς καὶ διακριτικῆς ἐπιστήμης ὴ θατέρᾳ τῶν εἰρημένων αἰτιῶν ἀπολυθῆναι τῆς ἀπορίας καὶ ταύτην τιμῆσαι πρὸ τῆς ἑτέρας ὡς τὸ εἰκὸς καὶ εὔλογον καὶ ἴσως τὸ ἀληθὲς ἔχουσαν ἢ παρ' ἑαυτοῦ τι τοῦ ὄντως ἀληθοῦς συγγενέστερον ἐξευρεῖν, ἢ παρ' ἑτέρου μαθεῖν, Θεοῦ δηλαδὴ διδόντος ῥῆμα καὶ προξενούντων ἀγγέλων, καὶ τοῖς φιλαγγέλοις ἡμῖν ἀνακαλύψαι διαυγῆ μᾶλλον εἴπερ οἷόν τε εἴη καὶ ἐμοὶ μᾶλλον ἐραστὴν θεωρίαν.